Add parallel Print Page Options

ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν [a]πᾶσιν.

Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη [b]ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, [c]ἔδωκεν δόματα τοῖς ἀνθρώποις. τὸ δὲ Ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ [d]κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς; 10 ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 11 καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:6 πᾶσιν WH Treg NIV ] + ἡμῖν RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:7 WH NIV RP ] – Treg
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:8 ἔδωκεν NIV ] καὶ ἔδωκεν WH Treg RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:9 κατέβη WH Treg NIV ] + πρῶτον RP